Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων
Ἁλληλουιά·ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν,
ὅτι
ἀληθιναὶκαὶ
δίκαιαι αἱ κρίσεις αὐτοῦ·ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ
ἐξεδίκησεν τὸ αἷμα τῶν δουλωναὐτοῦ
ἐκ χειρὸςαὐτῆς. καὶ δεύτερον εἴρηκαν
Ἁλληλουιά·
καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶναςτῶν αἰώνων.
καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ
καθημένῳ ἐπὶ, τῷ θρόνῳλέγοντες Ἀμήν,
Ἁλληλουιά.
καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα
τῷ θεῷ ἡμῶν, πάντες
- Αἰνεῖτε
οἱ δοῦλοιαὐτοῦ
οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
Καὶ ἤκουσα
ὡς φωνὴν ὄχλου πολλοῦκαὶ
ὡς φωνὴν ὑδάτων πολλῶνκαὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων
Ἁλληλουιά,ὅτι
ἐβασίλευσεν Κύριος, ὁ θεὸς[ἡμῶν],
ὁ παντοκράτωρ.
χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,
καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
Καὶ λέγει μοι Γράψον Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι Οὗτοι οῖ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσίν.
καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.
Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον,καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληθινός, καὶ
ἐν δικαιοσύνῃ κρίνεικαὶ πολεμεῖ.
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦφλὸξ
πυρός,καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
καὶ περιβεβλημένος ἱμάτιον ῤεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ.
καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
καὶ ἐκ
τοῦ στόματοςαὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ
πατάξῃ τὰ ἔθνη,καὶ αὐτὸς
ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·καὶ αὐτὸς
πατεῖ τὴν ληνὸντοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς
τοῦ θεοῦ τοῦ παντοκράτορος.
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.
Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ
λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοιςἐν μεσουρανήματι
Δεῦτε συνάχθητε εἰς τὸ
ἵνα
φάγητεσάρκας
βασιλέωνκαὶ σάρκας χιλιάρχων καὶ
σάρκας ἰσχυρῶνκαὶ σάρκας
ἵππωνκαὶ τῶν καθημένων ἐπʼ αὐτούς, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.
Καὶ εἶδον τὸ θηρίον καὶ
τους βασιλεῖς τῆς γῆςκαὶ τὰ στρατεύματα αὐτῶν
συνηγμέναποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετʼ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς
καιομένης ἐν θείῳ.