Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς
λίθονὡς μύλινον μέγαν,
καὶ ἔβαλεν εἰςτὴν θάλασσαν
λέγων Οὕτωςὁρμήματι βληθήσεται
Βαβυλὼν ἡ μεγάληπόλις,
καὶ οὐ μὴ εὑρεθῆ ἔτι.
καὶ φωνὴκιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇἐν
σοὶ ἔτι,καὶ πᾶς τεχνίτης [πάσης τέχνης] οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλουοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ φῶς λύχνουοὐ μὴ φάνῃ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφηςοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι [οἱ]
ἔμποροίσου ἦσαν
οἱ μεγιστᾶνες τῆς γῆς,ὅτι
ἐν τῇ φαρμακίᾳ σουἐπλανήθησαν πάντα τὰ ἔθνη,
καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ
πάντων τῶν ἐσφαγμένωνἐπὶ
τῆς γῆς.