Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Τοιγαροῖν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,

ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας,

ἐν δεξιᾷ
τε τοῦ θρόνου τοῦ θεοῦ
κεκάθικεν.

ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ

τῶν ἁμαρτω-
480
λῶν εἰς ἑαυτοὺς
ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.

Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,

καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται,

  1. υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου,
  2. μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·

  1. ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει,
  2. μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;

εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.

εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;

οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.

πᾶσα μὲν παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.

Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυ-
μένα γόνατα ἀνορθώσατε,

καὶ

τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν
ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

Εἰρήνην διώκετε
μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,

ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ,

μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ
καὶ διʼ αὐτῆς μιανθῶσιν οἱ πολλοί,

μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς

ἀπέδετο τὰ πρωτοτόκια
ἑαυτοῦ.

ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ

κεκαυμένῳ πυρὶ
καὶ
γνόφῳ
καὶ
ζόφῳ καὶ θυέλλῃ

καὶ σάλπιγγος ἤχῳ
481
καὶ φωνῇ ῥημάτων,
ἧς οἱ ἀκούσαντες παρῃτήσαντο προστεθῆναι αὐτοῖς λόγον·

οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον

Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·