Gospel according to Matthew

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Τότε [ὁ] Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.

καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.

Καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ Εἰ

9
υἱὸς εἶ τοῦ θεοῦ, εἰπὸν ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.

ὁ δὲ ἀποκριθεὶς εἶπεν Γέγραπται

Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,

καὶ λέγει αὐτῷ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι

  1. Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ
  2. καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε,
  3. μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

ἔφη αὐτῷ ὁ Ἰησοῦς Πάλιν γέγραπται

Οὐκ ἐκπειράσεις Κύριον τὸν θεόν σου.

Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,

καὶ εἶπεν αὐτῷ Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.

τότε λέγει αὐτῷ ὁ Ἰησοῦς Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ

Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Ἀκούσας δὲ ὅτι Ἰωάνης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·

ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος

  1. Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ,
  2. ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου
  3. Γαλιλαία τῶν ἐθνῶν,

  1. ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ
  2. φῶς εἶδεν μέγα,
  3. καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου
  4. φῶς ἀνέτειλεν αὐτοῖς.
10

ΑΠΟ ΤΟΤΕ ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.