Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
  2. ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον
  3. φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.
  1. Δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο,
  2. ὃς μέγα μὲν δύναται, μέγα δὲ πρέπει[*](Ilgen: βρεμει, MSS.) ὄλβιος αἰεί.
  3. αὐταὶ ἀνακλίνεσθε θύραι· Πλοῦτος γὰρ ἔσεισι
  4. πολλός, σὺν Πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
  5. Εἰρήνη τ’ ἀγαθή· ὅσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη,
  6. κυρβαίν δ’ αἰεὶ κατὰ καρδόπου ἕρποι μᾶζα.
  7. νῦν μὲν κριθαίην, εὐώπιδα, σησαμόεσσα
  8. ---
  9. Τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφραδα βήσεται ὕμμιν·
  10. ἡμίονοι δ’ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα·
  11. αὐτὴ δ’ ἱστὸν ὑφαίνοι ἐπ’ ἠλέκτρῳ βεβαυῖα.
  12. Νεῦμαί τοι, νεῦμαι ἐνιαύσιος, ὥστε χελιδὼν
  13. ἕστηκ’ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα
  14. πέρσαι τῶ Ἀπόλλωνος γυιάτιδος.
  1. Εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν·
  2. οὐ γὰρ συνοικήσοντες ἐνθάδ’ ἤλθομεν.
ΟΜΗΡΟΣ
  1. Ἄνδρες ἄγρης ἁλίης[*](Koechly: ἀπ’ Ἀρκαδίης, MSS.) θηρήτορες, ἦ ῥ’ ἔχομέν τι;
ΑΛΙΕΙΣ
  1. Ὅσσ’ ἕλομεν, λιπόμεσθ᾽· ὅσα δ’ οὐχ ἕλομεν φερόμεσθα.