Homer’s Epigrams

Homer

Hesiod, The Homeric Hymns and Homerica. With an English translation by Hugh G. Evelyn-White, M.A.

  1. Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.
  2. δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.
  3. εὖ δὲ περανθεῖεν[*](Pollux: μελανθοῖεν, μελανθεῖεν, Life of Homer.) κότυλοι καὶ πάντα κάναστρα
  4. φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
  5. πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς,
  6. πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.
  7. ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,
  8. συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,
  9. Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
  10. Ὠμόδαμόν τ᾽, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι·
  11. πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
  12. πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
  13. ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
  14. πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.
  15. δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
  16. ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.
  17. δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
  18. οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,
  19. τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
  20. αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.