Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  • τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
  • πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  • αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
  • ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
  • ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
  • κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  • ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
  • καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
  • μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
  • σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
  • ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
  • αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
  • εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
  • σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
  • μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.
  • ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
  • ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
  • Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
  • ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
  • φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
  • υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
  • ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
  • ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
  • Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
  • καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
  • ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
  • χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
  • ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
  • ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
  • νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
  • ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
  • ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
  • πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
  • τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
  • αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
  • οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
  • εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
  • ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
  • ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
  • εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
  • κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
  • εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
  • δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
  • υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
  • ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  • οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
  • ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  • νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
  • ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
  • αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
  • ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  • κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
  • τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
  • ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  • τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  • ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
  • νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
  • ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
  • νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
  • ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  • δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  • ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
  • μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ
  • Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
  • ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,
  • ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
  • νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,