ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέαςἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλαἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππωνἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστηἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι