Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
  • οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
  • ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
  • δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
  • τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
  • ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
  • ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
  • δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
  • πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
  • γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
  • ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
  • εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
  • φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
  • ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
  • σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
  • ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
  • ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
  • τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
  • αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
  • ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.