Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
  • πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  • αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
  • πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
  • ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
  • πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
  • αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  • καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·
  • ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  • ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
  • οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  • ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,
  • δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
  • ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
  • ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
  • παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
  • οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
  • ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
  • λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
  • τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
  • τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
  • πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
  • ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
  • δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
  • ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,
  • Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
  • ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
  • νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  • ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
  • οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
  • οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
  • οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
  • οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
  • ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
  • ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
  • ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,
  • ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
  • νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
  • πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
  • ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
  • αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
  • ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
  • σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
  • κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
  • τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
  • ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,
  • ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
  • ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
  • σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
  • αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
  • ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,
  • κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
  • τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
  • ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
  • οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
  • χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
  • αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·
  • οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
  • χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
  • ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
  • πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  • αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  • σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
  • δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,
  • ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
  • ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
  • πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
  • Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
  • εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
  • ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
  • Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
  • χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
  • αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
  • ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
  • φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
  • τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
  • τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
  • καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
  • οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
  • ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
  • καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
  • ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
  • αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
  • ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
  • τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
  • οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
  • τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
  • ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
  • αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  • πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
  • ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
  • αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
  • ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
  • πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  • αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  • σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
  • καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
  • κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
  • Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
  • ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
  • ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
  • οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
  • σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
  • ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
  • ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς
  • ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
  • δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
  • αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·
  • καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
  • οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·
  • ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
  • ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.