Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  • ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  • οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  • ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  • Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  • ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  • φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  • ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  • ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  • ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  • ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  • ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
  • ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
  • ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  • οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  • εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
  • Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
  • τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
  • ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.