Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  • ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  • ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  • εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  • πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  • ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  • ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  • τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  • ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  • εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  • ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  • οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  • οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  • ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  • εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  • ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  • οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  • οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  • ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  • καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς