Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  2. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  3. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  4. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  5. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  6. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  7. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  8. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  9. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  10. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  11. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  12. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  13. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  14. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  15. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  16. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  17. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  18. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  19. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  20. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,