Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  2. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  3. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  4. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  5. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  6. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  7. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  8. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  9. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  10. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  11. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  12. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  13. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  14. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  15. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  16. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  17. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  18. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  19. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  20. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,