Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  2. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  3. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  4. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  5. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  6. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  7. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  8. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  9. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  10. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  11. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  12. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  13. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  14. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  15. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  16. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  17. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  18. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  19. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  20. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·