ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαικήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇμίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμωνοἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷΖεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσηςἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσαἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶδάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·