Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  • αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  • ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  • λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  • εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  • ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  • ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  • ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  • πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  • οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  • ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  • ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  • τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  • μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  • καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  • τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  • ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  • ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  • ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  • ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν