Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  2. πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  3. νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  4. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  5. ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  6. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  7. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  8. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  9. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  10. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  11. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  12. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  13. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  14. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  15. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  16. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  17. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  18. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  19. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  20. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν