Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  2. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  3. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  4. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  5. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  6. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  7. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
  8. ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
  9. φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
  10. βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
  11. ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
  12. δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
  13. ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
  14. μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
  15. ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
  16. μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
  17. σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
  18. τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
  19. οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
  20. θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.