Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
  2. τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
  3. ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
  4. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
  5. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
  6. ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
  7. τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
  8. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  9. αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,
  10. αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
  11. λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
  12. καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
  13. καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
  14. δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
  15. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
  16. στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
  17. δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
  18. νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
  19. κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
  20. αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.