Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
  2. ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
  3. εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
  4. ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
  5. αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
  6. ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
  7. εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
  8. ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
  9. αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  10. οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
  11. ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  12. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  13. ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
  14. ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
  15. δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
  16. ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
  17. οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
  18. εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  19. μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  20. ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,