Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  2. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  3. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  4. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  5. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  6. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  7. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  8. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  9. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
  10. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
  12. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  13. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  14. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  15. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  16. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  17. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  18. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  19. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  20. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,