Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
  2. κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
  3. ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
  4. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  5. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  6. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  7. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
  8. ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
  9. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
  10. ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
  11. ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
  12. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  13. τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  14. ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  15. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  16. δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  17. καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  18. Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  19. εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  20. ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν