Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
  • τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
  • ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
  • ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
  • εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
  • ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  • ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  • νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  • ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
  • ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
  • σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
  • οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  • οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
  • πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
  • αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
  • ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
  • καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.