Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
  • φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
  • τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
  • ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
  • ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
  • ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
  • πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
  • φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
  • ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
  • ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
  • ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
  • ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
  • ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
  • ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
  • βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
  • ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
  • αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
  • γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
  • ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
  • ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,