Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  2. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  3. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  4. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  5. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  6. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  7. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  8. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  9. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  10. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  11. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  12. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  13. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  14. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  15. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  16. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  17. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  18. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  19. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  20. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς