Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
  2. στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
  3. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
  4. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
  5. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  6. ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
  7. ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
  8. ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
  9. ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
  10. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
  11. οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
  12. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
  13. ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
  14. ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  15. ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
  16. ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
  17. ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
  18. ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
  19. οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  20. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,