Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  2. Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
  3. οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
  4. αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
  5. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  6. Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  7. ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
  8. οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
  9. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  10. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  11. ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
  12. ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
  13. δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
  14. οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
  15. χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
  16. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
  17. ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
  18. κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
  19. πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
  20. δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν