Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
  2. μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
  3. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
  4. ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
  5. οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
  6. πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
  7. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  8. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
  9. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  10. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  11. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  12. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  13. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  14. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  15. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  16. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  17. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  18. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  19. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  20. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;