Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  • μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  • σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  • ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  • μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  • ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  • ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  • ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  • στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  • λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  • κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  • μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  • ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  • Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  • μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  • μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  • αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  • νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.