Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
  2. ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
  3. πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
  4. Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
  5. εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
  6. ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
  7. κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
  8. νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
  9. ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
  10. πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
  11. ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
  12. ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
  13. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
  14. ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
  15. καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
  16. μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
  17. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  18. μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
  19. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
  20. πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·