Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
  2. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
  3. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  4. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  5. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
  6. ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
  7. πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
  8. πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
  9. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
  10. ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
  11. ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
  12. ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
  13. ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
  14. καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
  15. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  16. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  17. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  18. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  19. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  20. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,