Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  2. τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  3. λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  4. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  5. εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  6. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
  7. Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  8. ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
  9. πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
  10. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
  11. κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
  12. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
  13. ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
  14. ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
  15. παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
  16. νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
  17. ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
  18. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
  19. δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
  20. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,