Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
- ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
- ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
- ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
- δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
- δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
- μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
- ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
- οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
- ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
- αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
- οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
- αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
- ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
- ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
- οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
- ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
- εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
- ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.