Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  2. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
  4. μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
  5. ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
  6. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  7. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  9. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  10. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
  11. δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
  12. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  13. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
  14. ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
  15. ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
  16. μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
  17. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  18. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  19. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  20. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο