Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  2. μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
  3. τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
  4. μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
  5. ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
  6. κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
  7. ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
  8. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
  9. ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
  10. αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
  11. ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
  12. δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
  13. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
  14. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
  15. τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
  16. τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
  17. χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
  18. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
  19. εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
  20. αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·