Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
  2. ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
  3. οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
  4. ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
  5. νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
  6. οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
  7. οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
  8. εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
  9. πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
  10. σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
  11. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
  12. ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
  13. ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  14. ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
  15. Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
  16. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
  17. ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
  18. ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
  19. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
  20. ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.