Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
  2. πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
  3. ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
  4. Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
  5. ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
  6. δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
  7. οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
  8. νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
  9. ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
  10. μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
  11. ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
  12. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  13. ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
  14. πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.