Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
  2. ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
  3. οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
  4. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
  5. ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
  6. αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
  7. ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
  8. ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
  9. βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  10. πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
  11. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  12. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  13. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  14. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  15. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  16. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  17. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  18. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  19. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  20. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.