Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
  2. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  3. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  4. μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
  5. κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
  6. οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  7. οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
  8. τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
  9. καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
  10. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  11. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  12. ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
  13. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  14. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  15. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  16. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  17. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  18. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  19. αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
  20. μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·