Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
  2. Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
  3. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
  4. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
  5. ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
  6. φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
  7. ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
  8. σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
  9. τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
  10. ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
  11. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
  12. τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
  13. κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
  14. τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
  15. ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
  16. γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
  17. Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
  18. ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
  19. ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
  20. ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο