Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  2. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  3. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  4. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  5. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  6. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  7. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  8. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  9. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  10. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  11. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  12. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  13. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  14. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  15. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  16. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  17. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  18. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  19. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  20. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.