Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  2. ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
  3. μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
  4. ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
  5. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
  6. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
  7. οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
  8. οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
  9. οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
  10. καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
  11. ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
  12. δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
  13. καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
  14. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
  15. οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
  16. λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
  17. οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
  18. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
  19. ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
  20. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας