Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
  • ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
  • αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
  • οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  • ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  • ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  • τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  • ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  • τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  • Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  • εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  • ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  • εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  • κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  • ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  • μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  • τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  • καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  • ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  • ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα