Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  2. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  3. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  4. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  5. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  6. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
  7. ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
  8. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  9. νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  10. τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
  11. μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
  12. εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
  13. νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
  14. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
  15. γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
  16. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  17. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  18. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  19. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  20. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,