Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  2. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  3. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
  4. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  5. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  6. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  7. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  8. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  9. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  10. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  11. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  12. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  13. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  14. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  15. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  16. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  17. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  18. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  19. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  20. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς