Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
  2. Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
  3. ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
  4. ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
  5. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  6. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  7. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  8. εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
  9. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  10. δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
  11. ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
  12. οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
  13. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  14. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
  15. κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
  16. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
  17. νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
  18. ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
  19. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
  20. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,