Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
  2. ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
  3. οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
  4. ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
  5. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
  6. τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
  7. ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
  8. ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
  9. ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
  10. οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
  11. δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
  12. αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
  13. πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
  14. τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
  15. ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
  16. ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
  17. Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  18. βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
  19. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
  20. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.