Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  2. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  3. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  4. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
  5. πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  6. πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
  7. νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
  8. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  9. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  10. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  11. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
  12. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  13. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  14. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  15. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  16. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  17. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  18. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  19. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  20. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,