Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  • δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  • αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  • τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  • οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  • οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  • οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  • ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  • ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  • ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  • ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  • οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  • τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  • ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  • στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  • νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  • ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  • καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  • τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  • κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·